Ancient Greek · ~2 min
ΛΟΓΟΣ ΠΡΩΤΟΣ
Philo Judaeus, De vita Mosis (lib. i‑ii) 284
Not analysed yet
οὐκ ἔσται πόνος ἢ μόχθος ἐν Ἑβραίοις. ὁ θεὸς αὐτῶν προασπίζει περιφανῶς, ὃς καὶ τὴν τῶν Αἰγυπτιακῶν ῥύμην κακῶν ἀπεσκέδασεν ὡς ἕνα ἄνδρα τὰς τοσαύτας μυριάδας ἀναγαγών. τοιγαροῦν οἰωνῶν ἀλογοῦσι καὶ πάντων τῶν κατὰ μαντικὴν ἑνὶ τῷ τοῦ κόσμου ἡγεμόνι πιστεύοντες. ὁρῶ λαὸν ὡς σκύμνον ἀνιστάμενον καὶ ὡς λέοντα γαυρούμενον. εὐωχηθήσεται θήρας καὶ ποτῷ χρήσεται τραυματιῶν αἵματι καὶ κορεσθεὶς οὐ τρέψεται πρὸς ὕπνον, ἀλλ’ ἐγρηγορὼς τὸν ἐπινίκιον ᾄσεται ὕμνον. “