Ancient Greek · ~3 min
285 to 286
Philo Judaeus, De vita Mosis (lib. i‑ii) 285-286
Not analysed yet
Χαλεπῶς δ’ ἐνεγκὼν ἐπὶ τῷ παρ’ ἐλπίδας αὐτῷ τὰ τῆς μαντικῆς ἀπαντᾶσθαι „ἄνθρωπε“ εἶπε, „μήτε ἀρὰς τίθεσο μήτ’ εὐχὰς ποιοῦ· βελτίων γὰρ τῶν μὴ καθ’ ἡδονὴν λόγων ἡ ἀκίνδυνος ἡσυχία. “καὶ ταῦτ’ εἰπὼν ὥσπερ ἐκλαθόμενος ὧν εἶπε διὰ τὸ τῆς γνώμης ἀβέβαιον εἰς ἄλλον τόπον ἀπῆγε τὸν μάντιν, ἀφ’ οὗ δείξας μέρος τι τῆς Ἑβραϊκῆς στρατιᾶς καταρᾶσθαι παρεκάλει. ὁ δ’ ἅτε χείρων ἐκείνου, καίτοι πρὸς τὰς ἐπιφερομένας κατηγορίας ἀπολογίᾳ μιᾷ χρώμενος ἀληθεῖ, ὡς οὐδὲν ἴδιον λέγοι, κατεχόμενος δὲ καὶ ἐνθουσιῶν διερμηνεύοι τὰ ἑτέρου, δέον μηκέτ’ ἐπακολουθεῖν ἀλλ’ οἴκαδε ἀπαίρειν, ἑτοιμότερον τοῦ παραπέμποντος προεξέτρεχεν, ἅμα μὲν οἰήσει, κακῷ μεγάλῳ, πεπιεσμένος, ἅμα δὲ καὶ τῇ διανοίᾳ καταρᾶσθαι γλιχόμενος, εἰ καὶ τῇ φωνῇ διεκωλύετο.