Ancient Greek · ~2 min
ΛΟΓΟΣ ΠΡΩΤΟΣ
Philo Judaeus, De vita Mosis (lib. i‑ii) 327
Not analysed yet
ὅταν οὖν ἅπαντες μὲν οἱ ἐχθροὶ καθαιρεθῶσιν, ἔφεδρος δὲ μηδεὶς ἔτι προσδοκᾶται πόλεμος, ἐν δὲ ταῖς εὐθύναις ἀνεπίληπτοι δοκιμασθῶσιν οἱ σύμμαχοι, μὴ λιποτάξιον, μὴ λιποστράτιον, μηδὲν ἄλλο τῶν ἐφ’ ἥττῃ διαπεπραγμένοι, παραμεμενηκότες δ’ ἐξ ἀρχῆς ἄχρι τέλους φαίνωνται καὶ τοῖς σώμασι καὶ ταῖς προθυμίαις, ἐρημωθῇ δὲ πᾶσα ἡ χώρα τῶν προενῳκηκότων, τηνικαῦτα δοθήσεται τὰ γέρα καὶ τὰ ἀριστεῖα ταῖς φυλαῖς ἐξ ἴσου. “