Ancient Greek · ~7 min
328 to 333
Philo Judaeus, De vita Mosis (lib. i‑ii) 328-333
Not analysed yet
τὴν δὲ νουθεσίαν πρᾴως ἐνεγκόντες ὡς υἱοὶ γνήσιοι σφόδρα εὔνου πατρὸς—ᾔδεσαν γὰρ αὐτὸν οὐ καταλαζονευόμενον ἀρχῆς ἐξουσίᾳ, προκηδόμενον δὲ πάντων καὶ δικαιοσύνην καὶ ἰσότητα τιμῶντα καὶ τὸ μισοπόνηρον οὐκ ἐπ’ ὀνείδει σωφρονισμῷ δὲ τῶν βελτιοῦσθαι δυναμένων αἰεὶ ποιούμενον—„εἰκότως μὲν“ ἔφασαν „ἀγανακτεῖς, εἰ τοῦθ’ ὑπείληφας, ὅτι τὴν συμμαχίαν ἀπολιπόντες πρὸ καιροῦ τὰς λήξεις λαβεῖν ἐπειγόμεθα. χρὴ δὲ σαφῶς εἰδέναι, ὅτι οὐδὲν ἡμᾶς φοβεῖ τῶν σὺν ἀρετῇ, κἂν ἐπιπονώτατον τυγχάνῃ. κρίνομεν δ’ ἀρετῆς ἔργα, πειθαρχεῖν τέ σοι τοιῷδε ἡγεμόνι καὶ τῶν δεινῶν μὴ ὑστερίζειν καὶ ἐν ἁπάσαις ἐξετάζεσθαι ταῖς μελλούσαις στρατείαις, ἄχρις ἂν τὰ πράγματα λάβῃ τέλος αἴσιον. ἡμεῖς μὲν οὖν καθὰ καὶ πρότερον συνταξάμενοι διαβησόμεθα τὸν Ἰορδάνην ἐν ταῖς παντευχίαις, οὐδενὶ τῶν ὁπλιτῶν πρόφασιν παρασχόντες μονῆς· υἱοὶ δὲ κομιδῇ νήπιοι καὶ θυγατέρες καὶ γυναῖκες καὶ τὸ πλῆθος τῶν βοσκημάτων, ἐὰν ἐπιτρέπῃς, ὑπολελείψονται, παισὶ μὲν καὶ γυναιξὶν οἰκίας ἐπαύλεις δὲ θρέμμασι κατασκευασάντων ἡμῶν, ἵνα μηδὲν ἐξ ἐπιδρομῆς δεινὸν πάθωσιν ἐν ἀτειχίστοις καὶ ἀφρουρήτοις προκαταληφθέντες. “ὁ δ’ ἵλεῳ τῷ βλέμματι καὶ πρᾳοτέρᾳ τῇ φωνῇ „ἀψευδοῦσιν ὑμῖν“ ἔφη „βέβαιοι μενοῦσιν ἃς ᾐτήσασθε λήξεις. ὑπολείπεσθε μὲν ὡς ἀξιοῦτε γυναῖκας καὶ παῖδας καὶ βοσκήματα, κατὰ λόχους δ’ αὐτοὶ διαβαίνετε μετὰ τῶν ἄλλων ὡπλισμένοι καὶ ἐκτεταγμένοι πρὸς μάχην ὡς αὐτίκα, ἢν δέῃ, πολεμήσοντες. αὖθις δ’ ὅταν ἅπαντες οἱ ἐχθροὶ καθαιρεθῶσι καὶ γενομένης εἰρήνης τὴν χώραν οἱ κεκρατηκότες διανείμωνται, καὶ ὑμεῖς ἐπανελεύσεσθε πρὸς τοὺς οἰκείους τῶν ἐπιβαλλόντων ἀπολαύσοντες ἀγαθῶν καὶ καρπωσόμενοι ἣν εἵλεσθε μοῖραν. “ταῦτ’ εἰπόντος καὶ ὑποσχομένου, πληρωθέντες εὐθυμίας καὶ χαρᾶς τοὺς μὲν οἰκείους μετὰ τῶν θρεμμάτων ἀσφαλῶς ἐν ἐρύμασι δυσαλώτοις, ὧν τὰ πλεῖστα χειροποίητα ἦν, ἱδρύονται, τὰ δ’ ὅπλα ἀναλαβόντες ἐξέθεον τῶν ἄλλων συμμάχων προθυμότερον ὡς ἢ μόνοι πολεμήσοντες ἢ προαγωνιούμενοι πάντων· ὁ γὰρ προλαβών τινα δωρεὰν προθυμότερος εἰς συμμαχίαν, ἀποτίνειν ἀναγκαῖον ὄφλημα νομίζων, οὐ χαρίζεσθαι.