Ancient Greek · ~5 min
41 to 45
Philo Judaeus, De vita Mosis (lib. i‑ii) 41-45
Not analysed yet
πάντα γὰρ μεταβάλλειν τὰ ἐν κόσμῳ πρὸς τἀναντία, νέφωσιν εἰς αἰθρίαν, πνευμάτων βίας εἰς ἀέρα νήνεμον, κλύδωνα θαλάττης εἰς ἡσυχίαν καὶ γαλήνην, τὰ δ’ ἀνθρώπεια καὶ μᾶλλον, ὅσῳ καὶ ἀσταθμητότερα. τοιούτοις κατεπᾴδων ὥσπερ ἀγαθὸς ἰατρὸς ᾤετο τὰς νόσους καίτοι βαρυτάτας οὔσας ἐπικουφιεῖν· αἱ δ’ ὁπότε λωφήσειαν, αὖθις ἐκ περιτροπῆς ἐπετίθεντο φέρουσαί τι πάντως ἐκ τοῦ διαπνεῦσαι καινὸν κακὸν ἀργαλεώτερον τῶν προτέρων. ἦσαν γάρ τινες τῶν ἐφεστηκότων ἀτίθασοι σφόδρα καὶ λελυττηκότες, μηδὲν εἰς ἀγριότητα τῶν ἰοβόλων καὶ σαρκοβόρων διαφέροντες, ἀνθρωποειδῆ θηρία, τὴν τοῦ σώματος μορφὴν εἰς δόκησιν ἡμερότητος ἐπὶ θήρᾳ καὶ ἀπάτῃ προβεβλημένοι, σιδήρου καὶ ἀδάμαντος ἀπειθέστεροι. τούτων ἕνα τὸν βιαιότατον, ἐπειδὴ πρὸς τῷ μηδὲν ἐνδιδόναι καὶ ταῖς παρακλήσεσιν ἔτι μᾶλλον ἐξετραχύνετο, τοὺς τὸ προσταχθὲν μὴ ἀπνευστὶ καὶ ὀξυχειρίᾳ δρῶντας τύπτων, προπηλακίζων ἄχρι θανάτου, πάσας αἰκιζόμενος αἰκίας, ἀναιρεῖ δικαιώσας εὐαγὲς εἶναι τὸ ἔργον· καὶ ἦν εὐαγὲς τὸν ἐπ’ ὀλέθρῳ ζῶντα ἀνθρώπων ἀπόλλυσθαι. ταῦτ’ ἀκούσας ὁ βασιλεὺς ἠγανάκτει δεινὸν ἡγούμενος, οὐκ εἴ τις τέθνηκεν ἢ ἀνῄρηκεν ἀδίκως ἢ δικαίως, ἀλλ’ εἰ ὁ θυγατριδοῦς αὐτῷ μὴ συμφρονεῖ μηδὲ τοὺς αὐτοὺς ἐχθροὺς καὶ φίλους ὑπείληφεν, ἀλλὰ μισεῖ μὲν οὓς αὐτὸς στέργει, φιλεῖ δὲ οὓς προβέβληται καὶ ἐλεεῖ πρὸς οὓς ἀτρέπτως καὶ ἀπαραιτήτως ἔχει.