Ancient Greek · ~2 min
ΛΟΓΟΣ ΠΡΩΤΟΣ
Philo Judaeus, De vita Mosis (lib. i‑ii) 46
Not analysed yet
λαβόμενοι δ’ ἅπαξ ἀφορμῆς οἱ ἐν τέλει καὶ τὸν νεανίαν ὑφορώμενοι —ᾔδεσαν γὰρ μνησικακήσοντα τῶν ἀνοσιουργημάτων αὐτοῖς καὶ ἐπὶ καιρῶν ἀμυνούμενον —ἀναπεπταμένοις ὠσὶ τοῦ πάππου μυρίας διαβολὰς ἐπήντλουν, οἱ μὲν ἔνθεν, οἱ δ’ ἔνθεν, ὡς καὶ περὶ ἀφαιρέσεως τῆς ἀρχῆς ἐμποιῆσαι δέος, „ἐπιθήσεται“ λέγοντες, „οὐδὲν φρονεῖ μικρόν, ἀεί τι προσπεριεργάζεται, πρὸ καιροῦ βασιλείας ἐρᾷ, θωπεύει τινάς, ἑτέροις ἀπειλεῖ, κτείνει χωρὶς δίκης, τοὺς μάλιστ’ εὔνους σοι προβέβληται. τί δὴ μέλλεις, ἀλλ’ οὐχ ἃ διανοεῖται δρᾶν ὑποτέμνεις; μέγα τοῖς ἐπιθεμένοις αἱ τῶν ἐπιβουλευομένων ἀναβολαί. “