Ancient Greek · ~2 min
ΛΟΓΟΣ ΠΡΩΤΟΣ
Philo Judaeus, De vita Mosis (lib. i‑ii) 58
Not analysed yet
αἱ δ’ ἐπανῄεσαν οἴκαδε σφόδρα γεγηθυῖαι καὶ τὰ συμβάντα παρ’ ἐλπίδας ἐκδιηγοῦντο, ὡς πολὺν ἵμερον ἐνεργάσασθαι τοῦ ξένου τῷ πατρί. κατεμέμφετο γοῦν αὐτὰς ἐπ’ ἀχαριστίᾳ τοιαῦτα λέγων· „τί παθοῦσαι μεθίετε, δέον ἄγειν εὐθὺς καὶ εἴπερ ἀνεδύετο λιπαρεῖν; ἤ τινα μισανθρωπίαν μου κατέγνωτε; ἢ δεύτερον περιπεσεῖν ἀδίκοις οὐ προσδοκᾶτε; βοηθῶν ἀπορεῖν ἀνάγκη τοὺς ἐπιλήσμονας χαρίτων. ἀλλ’ ὅμως ἀναδραμοῦσαι (τὸ γὰρ ἁμάρτημα μέχρι νῦν ἐστιν ἰάσιμον) ἴτε μετὰ σπουδῆς καὶ καλεῖτε ξενίων μὲν πρότερον αὖθις δὲ καὶ ἀμοιβῆς (ὀφείλεται γὰρ αὐτῷ χάρις) μεθέξοντα. “