Ancient Greek · ~2 min
ΛΟΓΟΣ ΠΡΩΤΟΣ
Philo Judaeus, De vita Mosis (lib. i‑ii) 59
Not analysed yet
συντείνασαι δὲ καταλαμβάνουσιν αὐτὸν οὐ πόρρω τῆς πηγῆς καὶ δηλώσασαι τὰ ἀπὸ τοῦ πατρὸς οἴκαδε συμπείθουσιν ἥκειν. ὁ δὲ πατὴρ τὴν μὲν ὄψιν εὐθὺς τὸ δὲ βούλημα ὀλίγον ὕστερον καταπλαγεὶς —ἀρίδηλοι γὰρ αἱ μεγάλαι φύσεις καὶ οὐ μήκει χρόνου γνωριζόμεναι —δίδωσι τὴν καλλιστεύουσαν αὐτῷ τῶν θυγατέρων γυναῖκα, δι’ ἑνὸς ἔργου πάνθ’ ὅσα τῶν εἰς καλοκἀγαθίαν μαρτυρήσας καὶ ὡς ἀξιέραστον μόνον τὸ καλόν ἐστι τῆς ἀφ’ ἑτέρου συστάσεως οὐ δεόμενον, ἀλλ’ ἐν ἑαυτῷ περιφέρον τὰ γνωρίσματα.