Ancient Greek · ~7 min
85 to 90
Philo Judaeus, De vita Mosis (lib. i‑ii) 85-90
Not analysed yet
Ταῦτ’ ἀκούσας —οὐ γὰρ ἦν εἰς ἅπαν ἀντιλέγειν ἀσφαλὲς οὐδ’ ἀκίνδυνον —ἄρας ἐβάδιζε μετὰ γυναικὸς καὶ τέκνων ὁδὸν τὴν ἐπ’ Αἴγυπτον, καθ’ ἣν ὑπαντήσαντα τὸν ἀδελφὸν πείθει συνακολουθεῖν ὑπειπὼν τὰ θεῖα λόγια· τῷ δ’ ἄρα προϋπείργαστο ἡ ψυχὴ κατ’ ἐπιφροσύνην θεοῦ πρὸς πειθαρχίαν, ὡς ἀνενδοιάστως συναινεῖν καὶ ἑτοίμως ἕπεσθαι. παραγενόμενοι δ’ εἰς Αἴγυπτον γνώμῃ καὶ ψυχῇ μιᾷ τὸ μὲν πρῶτον τοὺς δημογέροντας τοῦ ἔθνους συναγαγόντες ἐν ἀπορρήτῳ μηνύουσι τοὺς χρησμοὺς καὶ ὡς ἔλεον καὶ οἶκτον λαβὼν αὐτῶν ὁ θεὸς ἐλευθερίαν καὶ τὴν ἐνθένδε μετανάστασιν εἰς ἀμείνω χώραν ὁμολογῶν αὐτὸς ἔσεσθαι τῆς ὁδοῦ ἡγεμὼν ὑπισχνεῖται. μετὰ δὲ ταῦτα καὶ τῷ βασιλεῖ θαρροῦσιν ἤδη διαλέγεσθαι περὶ τοῦ τὸν λεὼν ἱερουργήσοντα ἐκπέμψαι τῶν ὅρων· δεῖν γὰρ ἔφασκον ἐν ἐρήμῳ τὰς πατρίους θυσίας ἐπιτελεσθῆναι, μὴ κατὰ τὰ αὐτὰ ταῖς τῶν ἄλλων ἀνθρώπων γινομένας, ἀλλὰ τρόπῳ καὶ νόμῳ διαφεύγοντι τὴν κοινότητα διὰ τὰς τῶν ἐθῶν ἐξαιρέτους ἰδιότητας. ὁ δ’ ἐξ ἔτι σπαργάνων προγονικῷ τύφῳ τὴν ψυχὴν πεπιεσμένος καὶ μηδένα τὸ παράπαν νοητὸν θεὸν ἔξω τῶν ὁρατῶν νομίζων ἀποκρίνεται πρὸς ὕβριν εἰπών· „τίς ἐστιν οὗ χρή με ὑπακούειν; οὐκ οἶδα τὸν λεγόμενον τοῦτον καινὸν κύριον· οὐκ ἐξαποστέλλω τὸ ἔθνος ἐπὶ προφάσει ἑορτῆς καὶ θυσιῶν ἀφηνιάσον“ (cf. Exod. 5,2). εἶθ’ ἅτε χαλεπὸς καὶ βαρύμηνις καὶ ἀπαραίτητος τὴν ὀργὴν κελεύει τοὺς τοῖς ἔργοις ἐφεστῶτας προπηλακίζεσθαι ὡς ἀνέσεις καὶ σχολὴν ἐνδιδόντας, ἀνέσεως καὶ σχολῆς εἶναι λέγων τὸ βουλεύεσθαι περὶ θυσιῶν καὶ ἑορτῶν· τοὺς γὰρ ἐν ἀνάγκαις τούτων οὐδὲ μεμνῆσθαι, ἀλλ’ οἷς ὁ βίος ἐν εὐπαθείᾳ πολλῇ καὶ τρυφῇ. βαρυτέρας οὖν ἢ πρότερον συμφορὰς ὑπομενόντων καὶ ἐπὶ τοῖς ἀμφὶ Μωυσῆν δυσχεραινόντων ὡς ἀπατεῶσι καὶ τὰ μὲν λάθρα τὰ δὲ φανερῶς κακηγορούντων καὶ ἀσεβείας αἰτιωμένων ἐπὶ τῷ δοκεῖν θεοῦ κατεψεῦσθαι, δεικνύειν ἄρχεται Μωυσῆς ἃ προὐδιδάχθη τέρατα, νομίσας τοὺς θεασομένους ἐκ τῆς ἐπεχούσης ἀπιστίας εἰς πίστιν τῶν λεγομένων μεταβαλεῖν.