Ancient Greek · ~4 min
91 to 94
Philo Judaeus, De vita Mosis (lib. i‑ii) 91-94
Not analysed yet
ἡ δὲ τῶν τεράτων ἐπίδειξις ἐγένετο καὶ τῷ βασιλεῖ διὰ σπουδῆς καὶ τοῖς ἐν τέλει τῶν Αἰγυπτίων. πάντων οὖν τῶν δυνατῶν συρρυέντων εἰς τὰ βασίλεια, λαβὼν τὴν βακτηρίαν ὁ Μωυσέως ἀδελφὸς καὶ κατασείσας μάλα ἐπιδεικτικῶς εἰς τοὔδαφος ῥίπτει· καὶ ἡ μὲν δράκων αὐτίκα γίνεται, οἱ δ’ ἐν κύκλῳ κατεθεῶντο καὶ ἅμα θαυμαστικῶς ἔχοντες ὑπὸ δέους ἐξαναχωροῦντες ἀπέφευγον. σοφισταὶ δ’ ὅσοι καὶ μάγοι παρετύγχανον „τί καταπλήττεσθε; “εἶπον· „οὐδ’ ἡμεῖς τῶν τοιούτων ἀμελετήτως ἔχομεν, ἀλλὰ χρώμεθα τέχνῃ δημιουργῷ τῶν ὁμοίων. “εἶθ’ ἑκάστου βακτηρίαν ἣν εἶχε ῥίψαντος, δρακόντων πλῆθος ἦν καὶ περὶ ἕνα τὸν πρῶτον εἱλοῦντο. ὁ δ’ ἐκ πολλοῦ τοῦ περιόντος διαναστὰς πρὸς ὕψος τὰ μὲν στέρνα εὐρύνει, τὸ δὲ στόμα διοίξας ὁλκοῦ πνεύματος ῥύμῃ βιαιοτάτῃ καθάπερ βόλον ἰχθύων πάντας ἐν κύκλῳ σαγηνεύσας ἐπισπᾶται καὶ καταπιὼν εἰς τὴν ἀρχαίαν φύσιν τῆς βακτηρίας μετέβαλεν. ἤδη μὲν οὖν ἐν ἑκάστου τῇ ψυχῇ τῶν ἐθελοκακούντων τὸ ὕποπτον διήλεγξεν ἡ μεγαλουργηθεῖσα ὄψις, ὡς μηκέτι νομίζειν ἀνθρώπων σοφίσματα καὶ τέχνας εἶναι τὰ γινόμενα πεπλασμένας πρὸς ἀπάτην. ἀλλὰ δύναμιν θειοτέραν τὴν τούτων αἰτίαν, ᾗ πάντα δρᾶν εὐμαρές.