Ancient Greek
Fragment 27
Philo Judaeus, Fragmenta 27
Not analysed yet
Παρατηρητέον μηδὲν τῶν εὐτελεστέρων μηδ' ὅσα δυνατοὶ παρέχειν <ἡμῖν> αὐτοῖς ὑπολαμβάνομεν αἰτεῖν παρὰ θεοῦ· ἀεὶ γὰρ τὰς θεοῦ χάριτας ἀξίωμα τι τοῦ διδόντος μᾶλλον ἢ ἀδοξία τοῦ λαμβάνοντος μετρεῖται. Ἐπιτιμητέον οὖν τοῖς ἀνεπιστήμοσιν, οἳ τολμῶσιν εὔχεσθαι ταὐτὰ ποιεῖν, ἐν οἷς οἱ παντεχνῖται κατορθοῦσιν. Εἴποι γὰρ ἂν δικαίως ὁ θεός· ‘Τί μὴ μαθόντες τὰ τῶν μεμαθηκότων ἐπιζητεῖτε καρποῦσθαι; Τί δὲ νόμον φύσεως οὐκ ἐρυθριᾶτε παραβαίνοντες, ὃς οὐδὲ τοῖς ἀπείροις τὰ τῶν ἐμπειροτάτων ἔργα χαριεῖται οὔτ' ἀστρατεύτῳ τὰ στρατηγῶν οὔτ' ἀπείρῳ θαλάττης οἰάκων ἐπιστήμην;’