Ancient Greek · ~1 min
Fragment 28
Philo Judaeus, Fragmenta 28
Not analysed yet
Τὸ δὲ †ἀγασαμενοντι †χρῆμα καὶ ὡς ἀληθῶς θαυμαστὸν καὶ μεγαλοπρεπὲς τυγχάνον ἐν μόνοις ἐκείνοις ὀφείλει χαρακτηρίζεσθαι τοῖς διὰ τέλους τὸν ἑαυτῶν βίον τῇ περὶ τὸ θεῖον ἀνατεθεικόσι λατρείᾳ καὶ δι' ἀψευδῶν δογμάτων πολιτείας τε λαμπούσης παρὰ τῶν λοιπῶν ἁπάντων ἀνθρώπων τὸ τῆς τοιαύτης ἐπαγγελίας πλεονέκτημα διαφαίνουσιν.