Ancient Greek · ~2 min
Fragment 31
Philo Judaeus, Fragmenta 31
Not analysed yet
Φησὶ Μωυσῆς· ‘Ἡμάρτοσαν οὐκ αὐτῷ τέκνα μωμητά.’ (Dtn. 325) Ἁμαρτάνομεν <ἡμῖν> αὐτοῖς, οὐ θεῷ. Μεγάλην <δ'> ἀσέβειαν ἐπιτετειχισμένην τῇ ψυχῇ καθέλωμεν ἡμᾶς ἀναγράψαντες τοῦ ἀδικεῖν αἰτίους· οὕτω γὰρ ὡς ἂν ἴδιον καὶ ἑκούσιον ἀρρώστημα σπουδάσωμεν ἀ[ρ]κεῖσθαι πάντες ἐπιφέροντες καὶ δι' ἡμῶν αὐτῶν καὶ δι' ἑτέρων τὰ σωτήρια, κἂν ἀδυνατῶμεν μὲν διὰ τῶν ὁμοίων, ἐφ' ἱκεσίας καὶ εὐχὰς τρεψώμεθα τοῦ μόνου ἵλεω, ὃς ἀναιρεῖν μὲν κακὰ δικαιοῖ, συντιθέναι δ' οὐ βουλεταί.