Ancient Greek · ~1 min
Fragment 32
Philo Judaeus, Fragmenta 32
Not analysed yet
Φιλόσοφος ψυχὴ πάντων ἐστὶν ὑψηλοτέρα καὶ χαρτῶν καὶ λυπηρῶν· οὔτε γὰρ ἐν ἐκείνοις χαυνοῦται οὔθ' ὑπὸ τούτων καταστέλλεται καὶ ταπεινοῦται, ἀλλὰ διαμένει διὰ πάντων ἴση, τὴν οἰκείαν ἰσχὺν καὶ δύναμιν ἐπιδεικνυμένη.