Ancient Greek · ~2 min
Section 1
Philo Judaeus, In Flaccum 1
Not analysed yet
Δεύτερος μετὰ Σηιανὸν Φλάκκος Ἀουίλλιος διαδέχεται τὴν κατὰ τῶν Ἰουδαίων ἐπιβουλήν, σύμπαν μὲν ἀδικῆσαι τὸ ἔθνος ὥσπερ ἐκεῖνος ἄντικρυς οὐ δυνηθείς —ἐλάττους γὰρ εἶχε τὰς εἰς τοῦτ’ ἀφορμάς —,ἐφ’ ὅσους δ’ ἔφθανεν, ἀθρόους ἀνηκέστοις περιέπειρε κακοῖς. οὐ μὴν ἀλλὰ καὶ μέρει δόξας ἐπιτίθεσθαι τὴν ἐπιβουλὴν ἐξέτεινεν ἐπιὼν τοὺς πανταχοῦ πάντας διὰ τέχνης τὸ πλέον ἢ δυνάμεως· οἷς γὰρ ἰσχὺς οὐ πρόσεστι τῶν τὰς φύσεις τυραννικῶν, πανουργίαις τὰς ἐπιβουλὰς κατορθοῦσιν.