Ancient Greek
Section 2
Philo Judaeus, In Flaccum 2
Not analysed yet
ὁ Φλάκκος οὖν οὗτος ἐν τοῖς ἑταίροις κριθεὶς παρὰ Τιβερίῳ Καίσαρι μετὰ τὴν Ἱβήρου τελευτήν, ὃς ἐπετέτραπτο Αἴγυπτον, καθίσταται τῆς Ἀλεξανδρείας καὶ τῆς χώρας ἐπίτροπος, ἄνθρωπος ἐν ἀρχῇ μυρία καλοκαγαθίας ὅσα τῷ δοκεῖν ἐξενεγκὼν δείγματα· πυκνός τε γὰρ ἦν καὶ συνεχὴς καὶ ὀξὺς νοῆσαι καὶ τὰ βουλευθέντα πρᾶξαι καὶ προχειρότατος εἰπεῖν καὶ πρὸ τοῦ λεγομένου τὸ ἡσυχαζόμενον αἰσθέσθαι.