Ancient Greek · ~2 min
Section 105
Philo Judaeus, In Flaccum 105
Not analysed yet
ἔνιοι γὰρ καὶ ἐπὶ Τιβερίου καὶ ἐπὶ τοῦ πατρὸς αὐτοῦ Καίσαρος τῶν διεπόντων τὰς ἐπικρατείας, τὴν ἐπιμέλειαν καὶ προστασίαν εἰς δυναστείαν καὶ τυραννίδα μεθαρμοσάμενοι, τὰς χώρας ἐνέπλησαν κακῶν ἀνηκέστων δωροδοκίαις, ἁρπαγαῖς, καταδίκαις, τῶν μηδὲν ἡμαρτηκότων ἐλάσεσι καὶ φυγαῖς, τῶν δυνατῶν ἀκρίτοις ἀναιρέσεσιν· οὓς μετὰ τὸν ὁρισθέντα χρόνον τῆς ἀρχῆς ἐπανελθόντας εἰς Ῥώμην οἱ αὐτοκράτορες λόγον καὶ εὐθύνας τῶν πεπραγμένων ᾔτουν, καὶ μάλισθ’ ὁπότε πρεσβεύσαιντο αἱ ἀδικηθεῖσαι πόλεις.