Ancient Greek · ~1 min
Section 106
Philo Judaeus, In Flaccum 106
Not analysed yet
τότε γὰρ κοινοὺς παρέχοντες ἑαυτοὺς δικαστάς, ἐξ ἴσου καὶ τῶν κατηγόρων καὶ τῶν ἀπολογουμένων ἀκροώμενοι, μηδενὸς ἀκρίτου προκαταγινώσκειν ἀξιοῦντες, ἐβράβευον οὔτε πρὸς ἔχθραν οὔτε πρὸς χάριν, ἀλλὰ πρὸς τὴν φύσιν τῆς ἀληθείας τὰ δόξαντα εἶναι δίκαια.