Ancient Greek · ~2 min
Section 112
Philo Judaeus, In Flaccum 112
Not analysed yet
πυθόμενος δ’ αὐτὸν ἑστιᾶσθαι παρά τινι σὺν Φλάκκῳ, μηδὲν τάχους ἀνιεὶς συνέτεινεν ἄχρι τῆς τοῦ κεκληκότος οἰκίας —Στεφανίων ἦν τῶν τοῦ Τιβερίου Καίσαρος ἀπελευθέρων, παρ’ ᾧ κατήγοντο —καὶ μικρὸν ἄποθεν ὑποστείλας ἐκπέμπει τινὰ τῶν ἰδίων κατασκεψόμενον εἰς ἀκόλουθον ἀσκήσας, σόφισμα τοῦ μηδένα συναισθέσθαι. παρελθὼν δὲ εἰς τὸ συμπόσιον ὡς ἑνός τινος τῶν παρατυγχανόντων οἰκέτης, ἅπαντα μετ’ ἀκριβείας περιαθρήσας, ἐπανελθὼν ἐμήνυσε τῷ Βάσσῳ.