Ancient Greek · ~1 min
Section 113
Philo Judaeus, In Flaccum 113
Not analysed yet
γνοὺς δὲ τὸ περὶ τὰς εἰσόδους ἀφύλακτον καὶ τὴν περὶ τὸν Φλάκκον ὀλιγότητα —μόλις γὰρ δέκα ἢ πεντεκαίδεκα τῶν διακονικῶν ἀνδραπόδων ἐπηκολουθήκει —σύνθημα δοὺς τοῖς περὶ αὑτὸν εἰσέδραμεν ἐξαίφνης, καὶ τῶν στρατιωτῶν οἱ μὲν παρὰ τὸ συμπόσιον ἐπιστάντες ὑπεζωσμένοι τὰ ξίφη κυκλοῦσιν αὐτὸν οὐ προϊδόμενον· ἐτύγχανε γὰρ καὶ πρόποσίν τινι διδοὺς καὶ φιλοφρονούμενος τοὺς παρόντας.