Ancient Greek · ~2 min
Section 115
Philo Judaeus, In Flaccum 115
Not analysed yet
τῶν μὲν οὖν συνδειπνούντων ἕκαστος ἀναστὰς ὑπὸ δέους ἐπεφρίκει καὶ ἐπεπήγει, μή τις ὥρισται καὶ τοῦ συνεστιαθῆναι δίκη· φεύγειν γὰρ οὔτ’ ἀσφαλὲς ἦν οὔτ’ ἄλλως ἐνεδέχετο, προκατεχομένων τῶν εἰσόδων. ὁ δὲ ὑπὸ τῶν στρατιωτῶν τοῦ Βάσσου κελεύσαντος ἀπάγεται, τελευταίαν ταύτην ἀνάλυσιν ἐκ συμποσίου ποιησάμενος· ἔδει γὰρ ἀφ’ ἑστίας ἄρξασθαι τὴν δίκην κατὰ τοῦ μυρίους ἀνεστίους οἴκους οὐδὲν ἠδικηκότων ἀνθρώπων ἐργασαμένου.