Ancient Greek
Section 116
Philo Judaeus, In Flaccum 116
Not analysed yet
Τοῦτο καινότατον ὑπέμεινε Φλάκκος ἐν χώρᾳ, ἧς ἀφηγεῖτο, πολεμίου τρόπον ζωγρηθεὶς ἕνεκά μοι δοκῶ τῶν Ἰουδαίων, οὓς ἄρδην ἀφανίσαι διεγνώκει λιμοδοξῶν. ἐναργὴς δὲ πίστις καὶ ὁ χρόνος τῆς συλλήψεως· ἑορτὴ μὲν γὰρ ἦν πάνδημος τοῖς Ἰουδαίοις κατὰ τὴν μετοπωρινὴν ἰσημερίαν, ἐν ᾗ διάγειν Ἰουδαίοις ἔθος ἐν σκηναῖς.