Ancient Greek · ~1 min
Section 119
Philo Judaeus, In Flaccum 119
Not analysed yet
σφόδρα δ’ ἔχουσιν ὀδυνηρῶς καὶ πεπιεσμένοις ἄχθει βαρυτάτῳ —συνείληντο δ’ ἐν ταῖς οἰκίαις, ἅτε νυκτὸς ἐπεχούσης —ἧκόν τινες ἀπαγγέλλοντες τὴν γενομένην σύλληψιν. οἱ δ’ ἀπόπειραν εἶναι νομίσαντες, οὐκ ἀλήθειαν, ἔτι μᾶλλον ἐπὶ τῷ κατακερτομεῖσθαι καὶ ἐνεδρεύεσθαι δοκεῖν ὠδυνῶντο.