Ancient Greek · ~1 min
Section 118
Philo Judaeus, In Flaccum 118
Not analysed yet
τὰ γὰρ ἀνιαρὰ διπλασιάζεσθαι φιλεῖ μάλιστα ἐν ἑορταῖς τοῖς μὴ δυναμένοις ἑορτάζειν, στερήσει τε ἱλαρᾶς εὐθυμίας, ἣν πανήγυρις ἐπιζητεῖ, καὶ μετουσίᾳ λύπης, ὑφ’ ἧς ἐξετραχηλίζοντο, μηδὲν ἄκος τῶν τοσούτων κακοπραγιῶν ἀνευρεῖν δυνάμενοι.