Ancient Greek · ~2 min
Section 124
Philo Judaeus, In Flaccum 124
Not analysed yet
χρηστὰς ὑπογράφεις ἡμῖν ἐλπίδας καὶ περὶ τῆς τῶν λειπομένων ἐπανορθώσεως, ἤδη ταῖς ἡμετέραις λιταῖς ἀρξάμενος συνεπινεύειν, εἴ γε τὸν κοινὸν ἐχθρὸν τοῦ ἔθνους καὶ τῶν ἐπ’ αὐτῷ συμφορῶν ὑφηγητὴν καὶ διδάσκαλον μέγα πνέοντα καὶ οἰηθέντα διὰ ταῦτα εὐδοκιμήσειν ἐξαίφνης καθεῖλες, οὐ πορρωτάτω γενόμενον, ἵν’ αἰσθόμενοι δι’ ἀκοῆς οἱ κακῶς πεπονθότες ἀμβλύτερον ἡσθῶσιν, ἀλλ’ ἐγγὺς οὑτωσί, μόνον οὐκ ἐν ὄψει τῶν ἠδικημένων, πρὸς τρανοτέραν φαντασίαν τῆς ἐν βραχεῖ καὶ παρ’ ἐλπίδας ἐπεξόδου. “