Ancient Greek · ~1 min
Section 125
Philo Judaeus, In Flaccum 125
Not analysed yet
Τρίτον δ’ ἔτι πρὸς τοῖς εἰρημένοις κἀκεῖνό μοι δοκεῖ θείᾳ προνοίᾳ συμβῆναι. ἐπειδὴ γὰρ ἀναχθεὶς ἀρχομένου χειμῶνος —ἔδει γὰρ αὐτὸν καὶ τῶν ἐν θαλάττῃ φοβερῶν ἀπολαῦσαι τὰ στοιχεῖα τοῦ παντὸς ἀσεβημάτων ἀναπλήσαντα —μυρία πονηθεὶς μόλις ἦλθεν εἰς Ἰταλίαν, εὐθὺς ἐκδέχονται τὰς ἐπ’ αὐτῷ κατηγορίας δύο τῶν ἐχθίστων, Ἰσίδωρός τε καὶ Λάμπων,