Ancient Greek · ~2 min
Section 140
Philo Judaeus, In Flaccum 140
Not analysed yet
ἔπειτα βουλευομένοις ἔδοξε συλλαβεῖν τινας καὶ τὴν αἰτίαν τῆς ἀκρίτου καὶ αἰφνιδίου μανίας καὶ λύττης πυνθάνεσθαι. οἱ δὲ συλληφθέντες ἄνευ βασάνων ὁμολογοῦσι τἀληθές, ἅμα καὶ τὰς διὰ τῶν ἔργων πίστεις ἐφαρμόζοντες, τὸν διομολογηθέντα μισθόν, τὸν ἤδη δεδομένον, τὸν καθ’ ὑποσχέσεις ὕστερον δοθησόμενον, τοὺς ἐπὶ τὴν διανομὴν αἱρεθέντας ὡς ἂν ἡγεμόνας τῆς στάσεως, τὸν τόπον, τὸν καιρόν, ἐν ᾧ γέγονεν ἡ δωροδοκία.