Ancient Greek · ~2 min
Section 141
Philo Judaeus, In Flaccum 141
Not analysed yet
πάντων δ’, ὡς εἰκός, ἀγανακτούντων καὶ τῆς πόλεως χαλεπῶς φερούσης ἐπὶ τῷ τὴν ἐνίων ἀγνωμοσύνην προσαναμάττεσθαι τοὔνομ’ αὐτῆς, ἔδοξε τὸ καθαρώτατον τοῦ δήμου μεταπεμψαμένῳ τῇ ὑστεραίᾳ παραγαγεῖν τοὺς τὸν μισθὸν ἐπινείμαντας, ἵνα καὶ τὸν Ἰσίδωρον ἀπελέγξῃ καὶ ἀπολογήσηται περὶ τῆς αὑτοῦ πολιτείας ὡς ἀδίκως διαβληθείς. αἰσθόμενοι δὲ τῆς παραγγελίας οὐχ οἱ ἐν τέλει μόνον ἧκον, ἀλλὰ καὶ ἡ σύμπασα πόλις, ἔξω τοῦ μέλλοντος ἀπελέγχεσθαι μέρους ἐπὶ τῷ μεμισθοδοτῆσθαι.