Ancient Greek · ~1 min
Section 143
Philo Judaeus, In Flaccum 143
Not analysed yet
„ἐπεὶ πόθεν“ ἔφασκον „ἡμῖν ἀφθονία τοσαύτη; πένητές ἐσμεν καὶ μόλις τοὐφήμερον εἰς αὐτὰ τὰ ἀναγκαῖα πορίζειν δυνάμεθα. τί δὲ καὶ δεινὸν ἐπεπόνθειμεν ὑπὸ τοῦ ἡγεμόνος, ὡς βιασθῆναι μνησικακεῖν; ἀλλ’ ὁ πάντων αἴτιος καὶ δημιουργὸς ἐκεῖνος, ἀεὶ τοῖς εὖ πράττουσι βασκαίνων καὶ εὐνόμῳ καταστάσει πολέμιος. “