Ancient Greek · ~1 min
Section 142
Philo Judaeus, In Flaccum 142
Not analysed yet
καὶ οἱ μὲν ὑπηρετήσαντες τὴν καλὴν ταύτην ὑπηρεσίαν ἀναβιβασθέντες, ἵνα μετέωροι καὶ ἐμφανεῖς εἶεν καὶ γνωρίζοιντο πρὸς ἁπάντων, ἤλεγχον τὸν Ἰσίδωρον ὡς αἴτιον τῶν θορύβων καὶ τῶν βλασφημιῶν τῶν εἰς Φλάκκον γενομένων, οὐκ ὀλίγῳ πλήθει παρασχόντα καὶ ἀργύριον καὶ οἶνον δι’ αὐτόν.