Ancient Greek · ~1 min
Section 166
Philo Judaeus, In Flaccum 166
Not analysed yet
Τοιούτοις ἀεὶ κατεπαλαίετο λογισμοῖς καὶ τρόπον τινὰ ἐξετραχηλίζετο· τὰς δὲ τῶν πολλῶν συνόδους ἀποδιδράσκων διὰ τὴν παρακολουθοῦσαν αἰσχύνην οὔτ’ εἰς λιμένα κατῄει οὔτ’ εἰς ἀγορὰν προελθεῖν ὑπέμενεν, ἀλλ’ οἴκοι συγκλεισάμενος ἐφώλευε, μηδὲ τὴν αὔλειον ὑπερβαίνειν θαρρῶν.