Ancient Greek · ~2 min
Section 167
Philo Judaeus, In Flaccum 167
Not analysed yet
ἔστι δ’ ὅτε καὶ περὶ βαθὺν ὄρθρον, ἔτι τῶν ἄλλων ἐν εὐναῖς ὄντων, μηδενὶ φανεὶς τὸ παράπαν ἔξω τείχους προῄει καὶ διημέρευεν ἐπὶ τῆς ἐρημίας, ἐκτρεπόμενος εἴ πού τις ὑπαντήσειν ἔμελλε, καὶ ταῖς ἐναύλοις μνήμαις τῶν κακοπραγιῶν διακναιόμενος καὶ διεσθιόμενος τὴν ψυχήν, ὁ δείλαιος, νυκτὸς εἰσῄει βαθείας, εὐχόμενος διὰ τὰς ἀμέτρους καὶ ἀτελευτήτους ἀδημονίας ἑσπέραν μὲν πρωΐαν γενέσθαι, πεφρικὼς τὸ σκότος καὶ τὰς ἀλλοκότους φαντασίας, ὁπότε τύχοι καταδαρθών, ἅμα δὲ τῇ ἕῳ πάλιν ἑσπέραν· ὁ γὰρ περὶ αὐτὸν ζόφος ἠναντιοῦτο τοῖς φαιδροῖς ἅπασιν.