Ancient Greek · ~1 min
Section 181
Philo Judaeus, In Flaccum 181
Not analysed yet
καὶ πολλάκις αὐτὸν μετάνοια εἰσῄει, διότι κατέγνω φυγήν, ἀλλ’ οὐχὶ θάνατον, καὶ τὸν παράκλητον αἰδούμενος ὅμως ᾐτιᾶτο Λέπιδον, ὥστ’ ἐκεῖνος ἀπηγόρευσε φόβῳ τῆς καθ’ αὑτοῦ τιμωρίας· ἐδεδίει γάρ, ὡς εἰκός, μὴ παραίτιος ἄλλῳ γενόμενος κουφοτέρας δίκης βαρυτέραν αὐτὸς ἐνδέξηται.