Ancient Greek · ~1 min
Section 182
Philo Judaeus, In Flaccum 182
Not analysed yet
μηδενὸς οὖν ἔτι τι τῶν εἰς παραίτησιν λέγειν θαρροῦντος, ἀμειλίκτοις καὶ ἀφέτοις ἐχρῆτο ταῖς ὀργαῖς, αἵ, χρόνῳ δέον ἀμαυροῦσθαι, παρεθήγοντο μᾶλλον καθάπερ αἱ ἐν τοῖς σώμασιν ὑποτροπιάζουσαι νόσοι· τῶν γὰρ προτέρων εἰσὶν ἀργαλεώτεραι.