Ancient Greek · ~1 min
Section 184
Philo Judaeus, In Flaccum 184
Not analysed yet
μετετίθει δὲ καὶ τὴν κλῆσιν ἀποδημίαν προσαγορεύων· "ἀποδημία γάρ τίς ἐστιν" ἔφασκεν "ἡ τῶν τοιούτων ἔλασις ἐχόντων ἄφθονα τὰ ἐπιτήδεια καὶ σὺν ἀπραγμοσύνῃ καὶ εὐσταθείᾳ ζῆν δυναμένων· οὓς ἄτοπον εἶναι τρυφᾶν ἀπολαύοντας εἰρήνης, βίον καρπουμένους φιλόσοφον. “