Ancient Greek · ~1 min
Section 185
Philo Judaeus, In Flaccum 185
Not analysed yet
εἶτα προστάττει τοὺς ἐπιφανεστάτους καὶ ὧν πλεῖστος ὁ λόγος ἀναιρεθῆναι, γραφὴν δοὺς ὀνομάτων, ἧς ἡγεῖτο Φλάκκος. ἐπεὶ δ’ ἧκον εἰς Ἄνδρον οἷς κτείνειν διείρητο, Φλάκκος μὲν ἐτύγχανεν ἀγρόθεν εἰς ἄστυ παραγινόμενος, οἱ δ’ ἐκ τοῦ λιμένος ὑπηντίαζον, καὶ πόρρωθεν ἀντιπροεῖδον ἀλλήλους.