Ancient Greek · ~1 min
Section 189
Philo Judaeus, In Flaccum 189
Not analysed yet
ἐμπλεκόμενος γὰρ καὶ τῶν κτεινόντων ἐλλαμβανόμενος, νῦν μὲν ἐπιφέρειν τὰ ξίφη κωλυομένων, ἐγκαρσίους δὲ πληγὰς καταφερόντων, αἴτιος ἐγένετο βαρυτέρων ἑαυτῷ συμφορῶν· διατμηθεὶς δὲ καὶ διακοπεὶς χεῖρας, βάσεις, κεφαλήν, στέρνα, πλευράς, ὡς ἱερείου τρόπον κρεουργηθῆναι, ἔκειτο, τῆς δίκης σφαγὰς ἰσαρίθμους τοῖς φόνοις τῶν ἐκνόμως ἀναιρεθέντων Ἰουδαίων ἑνὶ σώματι βουληθείσης ἐργάσασθαι.