Ancient Greek · ~1 min
Section 188
Philo Judaeus, In Flaccum 188
Not analysed yet
οἱ δ’ ἀπνευστὶ διώκοντες καταλαμβάνουσι· καὶ οἱ μὲν εὐθὺς ὤρυττον βόθρον, οἱ δὲ πρὸς βίαν εἷλκον ἀφηνιάζοντα καὶ κεκραγότα καὶ διαπαλαίοντα· ὧν χάριν καὶ σύμπαν κατετρώθη τὸ σῶμα καθάπερ τὰ θηρία ταῖς πληγαῖς ἐπιτρέχων.