Ancient Greek · ~2 min
Section 35
Philo Judaeus, In Flaccum 35
Not analysed yet
διὰ τί γὰρ οὐκ ἠγανάκτησεν, οὐκ ἀπήγαγεν, οὐκ ἐπέπληξε τῆς αὐθάδους βλασφημίας; εἰ δὲ μὴ βασιλεὺς ἦν, ἀλλά τις τῶν ἐκ τῆς Καίσαρος οἰκίας, οὐκ ὤφειλε προνομίαν τινὰ καὶ τιμὴν ἔχειν; ἀλλὰ ταῦτ’ εἰσὶ πίστεις ἐναργεῖς τοῦ συναίτιον γεγενῆσθαι τῶν βλασφημιῶν Φλάκκον· ὁ γὰρ ἐπιπλήττειν ἢ τὸ πανύστατον ἐπέχειν ἂν δυνηθεὶς εἰ μὴ κεκώλυκε, δῆλος ἦν ἐφιεὶς καὶ ἐπιτρέπων αὐτός. πρὸς ὅ τι δ’ ἂν ὄχλος ἀσύντακτος ἀφορμὴν λάβῃ τῶν ἁμαρτημάτων, οὐχ ἵσταται, μέτεισι δ’ ἀφ’ ἑτέρων εἰς ἕτερα προσεπεξεργαζόμενος ἀεί τι νεώτερον.