Ancient Greek · ~1 min
Section 36
Philo Judaeus, In Flaccum 36
Not analysed yet
Ἦν τις μεμηνὼς ὄνομα Καραβᾶς οὐ τὴν ἀγρίαν καὶ θηριώδη μανίαν —ἄσκηπτος γὰρ αὕτη γε καὶ τοῖς ἔχουσι καὶ τοῖς πλησιάζουσιν —,ἀλλὰ τὴν ἀνειμένην καὶ μαλακωτέραν. οὗτος διημέρευε καὶ διενυκτέρευε γυμνὸς ἐν ταῖς ὁδοῖς οὔτε θάλπος οὔτε κρυμὸν ἐκτρεπόμενος, ἄθυρμα νηπίων καὶ μειρακίων σχολαζόντων.