Ancient Greek · ~1 min
Section 44
Philo Judaeus, In Flaccum 44
Not analysed yet
ὁ δὲ —συνεχειρούργει γὰρ ἕκαστα τῶν ἁμαρτανομένων —καὶ ἀπὸ μείζονος ἐξουσίας ἀναρριπίζειν καινοτέραις ἀεὶ κακῶν προσθήκαις τὴν στάσιν ἠξίου καὶ τό γ’ ἐφ’ αὑτὸν ἧκον μέρος ἅπασαν ὀλίγου δεῖν φάναι τὴν οἰκουμένην ἐμφυλίων πολέμων ἐπλήρωσεν.