Ancient Greek · ~2 min
Section 45
Philo Judaeus, In Flaccum 45
Not analysed yet
οὐ γὰρ ἦν ἄδηλον, ὅτι ἡ περὶ τὴν κατάλυσιν τῶν προσευχῶν φήμη λαβοῦσα τὴν ἀρχὴν ἀπὸ τῆς Ἀλεξανδρείας διαδοθήσεται μὲν εὐθὺς εἰς τοὺς ἐν Αἰγύπτῳ νομούς, δραμεῖται δ’ ἀπὸ μὲν Αἰγύπτου πρὸς ἀνατολὰς καὶ ἔθνη τὰ ἑῷα, ἀπὸ δὲ τῆς ὑποταινίου καὶ Μαρείας, αἳ Λιβύης εἰσὶν ἀρχαί, πρὸς δυσμὰς καὶ ἔθνη τὰ ἑσπέρια· Ἰουδαίους γὰρ χώρα μία διὰ πολυανθρωπίαν οὐ χωρεῖ.