Ancient Greek · ~1 min
Section 60
Philo Judaeus, In Flaccum 60
Not analysed yet
χρήματα ἁρπάζουσιν ἐκεῖνοι καὶ πλῆθος αἰχμαλώτων σωμάτων, ἀλλὰ κινδυνεύσαντες, εἴπερ ἡττήθησαν, ἀποβαλεῖν τὰ οἰκεῖα. οὐ μὴν ἀλλὰ καὶ μυρίους, ὧν λύτρα κατατιθέασι συγγενεῖς ἢ φίλοι, μεθίενται τῶν δορυαλώτων, ἴσως μὲν ἀκαμπεῖς ὄντες πρὸς ἔλεον, ἡττώμενοι δὲ φιλαργυρίας. ἀλλὰ τί τοῦτο; φαίη τις ἄν· τοῖς γὰρ εὖ πάσχουσιν ἀδιαφορεῖ τῆς σωτηρίας ὁ τρόπος.