Ancient Greek · ~1 min
Section 61
Philo Judaeus, In Flaccum 61
Not analysed yet
ἤδη δὲ καὶ τοὺς πεσόντας ἐν τῷ πολέμῳ τῶν ἐχθρῶν ταφῆς ἀξιοῦσιν οἱ μὲν ἐπιεικεῖς καὶ φιλάνθρωποι ταῖς οἴκοθεν δαπάναις, οἱ δὲ τὴν ἔχθραν καὶ πρὸς νεκροὺς ἀποτείνοντες ὑπόσπονδα τὰ σώματα διδόντες ὑπὲρ τοῦ μὴ τῆς τελευταίας χάριτος ἀμοιρῆσαι τῶν νομιζομένων.