Ancient Greek · ~1 min
Section 8
Philo Judaeus, In Flaccum 8
Not analysed yet
ἑξαετίαν γὰρ τὴν ἐπικράτειαν λαβὼν πέντε μὲν ἔτη τὰ πρῶτα, ζῶντος Τιβερίου Καίσαρος, τήν τε εἰρήνην διεφύλαξε καὶ οὕτως εὐτόνως καὶ ἐρρωμένως ἀφηγήσατο, ὡς τοὺς πρὸ αὐτοῦ πάντας ὑπερβαλεῖν.