Ancient Greek · ~2 min
Section 9
Philo Judaeus, In Flaccum 9
Not analysed yet
τῷ δ’ ὑστάτῳ, Τιβερίου μὲν τελευτήσαντος, Γαΐου δ’ ἀποδειχθέντος αὐτοκράτορος, ὑφιέναι καὶ χαλᾶν ἤρξατο τὰ πάντα εἴτε διὰ τὸ ἐπὶ Τιβερίῳ βαρύτατον πένθος —δῆλος γὰρ ἦν ὡς ἐπ’ οἰκειοτάτῳ περιπαθῶν ἔκ τε τῆς συνεχοῦς κατηφείας καὶ τῆς τῶν δακρύων φορᾶς, ἃ καθάπερ ἀπὸ πηγῆς ἀπαύστως ἐξεχεῖτο —εἴτε καὶ κακόνους ὢν τῷ διαδόχῳ διὰ τὸ τὴν τῶν γνησίων πρὸ τῆς τῶν θετῶν τεθεραπευκέναι μερίδα εἴτε καὶ τῶν συνεπιθεμένων τῇ Γαΐου μητρί, καθ’ ὃν χρόνον εἶχε τὰς αἰτίας ἐφ’ αἷς ἀνῃρέθη, γεγονὼς καὶ διὰ φόβον ἁλώσεως ἐπιλελησμένος.