Ancient Greek · ~1 min
Section 84
Philo Judaeus, In Flaccum 84
Not analysed yet
ὁ δ’ οὐ τετελευτηκότας ἐπὶ σταυρῶν καθαιρεῖν, ζῶντας δ’ ἀνασκολοπίζεσθαι προσέταττεν, οἷς ἀμνηστίαν ἐπ’ ὀλίγον, οὐ τὴν εἰς ἅπαν, ὁ καιρὸς ἐδίδου πρὸς ὑπέρθεσιν τιμωρίας, οὐκ ἄφεσιν παντελῆ. καὶ ταῦτ’ εἰργάζετο μετὰ τὸ πληγαῖς αἰκίσασθαι ἐν μέσῳ τῷ θεάτρῳ καὶ πυρὶ καὶ σιδήρῳ βασανίσαι.