Ancient Greek · ~1 min
Section 85
Philo Judaeus, In Flaccum 85
Not analysed yet
καὶ ἡ θέα διενενέμητο· τὰ μὲν γὰρ πρῶτα τῶν θεαμάτων ἄχρι τρίτης ἢ τετάρτης ὥρας ἐξ ἑωθινοῦ ταῦτα ἦν· Ἰουδαῖοι μαστιγούμενοι, κρεμάμενοι, τροχιζόμενοι, καταικιζόμενοι, διὰ μέσης τῆς ὀρχήστρας ἀπαγόμενοι τὴν ἐπὶ θανάτῳ· τὰ δὲ μετὰ τὴν καλὴν ταύτην ἐπίδειξιν ὀρχησταὶ καὶ μῖμοι καὶ αὐληταὶ καὶ ὅσα ἄλλα σκηνικῶν ἀθύρματα ἀγώνων.