Ancient Greek · ~1 min
Section 87
Philo Judaeus, In Flaccum 87
Not analysed yet
οἱ δὲ τὴν ἐπίνοιαν οὐκ εἰδότες ἀχανεῖς τὸ πρῶτον εἱστήκεσαν ὑπ’ ἐκπλήξεως, γυναίων καὶ τέκνων αὐτοῖς ἐμπλεκομένων καὶ ῥεομένων δάκρυσι διὰ τὸν ἐπ’ αἰχμαλώτοις φόβον· ὃ γὰρ λοιπὸν τῆς πορθήσεως, τοῦτ’ ἀεὶ προσεδόκων.