Ancient Greek · ~2 min
Section 86
Philo Judaeus, In Flaccum 86
Not analysed yet
Καὶ τί ταῦτα μηκύνω; δευτέρα γὰρ ἐπινοεῖται πόρθησις, βουλομένου καὶ τὸ στρατευόμενον πλῆθος ἡμῖν ἐπιτειχίσαι ξένου συκοφαντήματος εὑρέσει. τὸ δὲ συκοφάντημα ἦν, ὡς τῶν Ἰουδαίων πανοπλίας ἐν ταῖς οἰκίαις ἐχόντων. μεταπεμψάμενος οὖν ἑκατόνταρχον ᾧ μάλιστ’ ἐπίστευε, Κάστον ὄνομα, κελεύει παραλαβόντα τῆς ὑπηκόου τάξεως ἑαυτῷ τοὺς εὐτολμοτάτους στρατιώτας ἐπισπεύδειν καὶ ἄνευ προρρήσεως ἐπεισιόντα ταῖς τῶν Ἰουδαίων οἰκίαις ἐρευνᾶν, μή τις ὅπλων ἐναπόκειται παρασκευή. καὶ ὁ μὲν συντείνας ἔθει τὸ προσταχθὲν ἐργασόμενος.